Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.321 Joseph. AJ 4.325 (English) >>Joseph. AJ 4.331

4.323πορευομένῳ δʼ ἔνθεν οὗ ἔμελλεν ἀφανισθήσεσθαι πάντες εἵποντο δεδακρυμένοι, καὶ Μωυσῆς τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἠρεμοῦντας ἐκέλευε, τὸ δʼ ἔγγιον λόγοις παρεκάλει μὴ ποιεῖν αὐτῷ δακρυτὴν τὴν ἀπαλλαγὴν ἑπομένους. 4.324οἱ δὲ καὶ τοῦτʼ αὐτῷ χαρίζεσθαι κρίνοντες τὸ κατὰ βούλησιν ἀπελθεῖν αὐτῷ τὴν ἰδίαν ἐφεῖναι κατέχουσιν ἑαυτοὺς ἐν ἀλλήλοις δακρύοντες. μόνη δʼ γερουσία προύπεμψεν αὐτὸν καὶ ἀρχιερεὺς Ἐλεάζαρος καὶ στρατηγὸς Ἰησοῦς. 4.325ὡς δʼ ἐπὶ τῷ ὄρει τῷ Ἀβαρεῖ καλουμένῳ ἐγένετο, τοῦτο δὲ ὑψηλὸν Ἱεριχοῦντος ἀντικρὺ κεῖται γῆν ἀρίστην τῶν Χαναναίων καὶ πλείστην παρέχον τοῖς ἐπʼ αὐτοῦ κατοπτεύειν, ἀπέπεμπε τὴν γερουσίαν. 4.326ἀσπαζομένου δὲ καὶ τὸν Ἐλεάζαρον αὐτοῦ καὶ τὸν Ἰησοῦν καὶ προσομιλοῦντος ἔτι, νέφους αἰφνίδιον ὑπὲρ αὐτὸν στάντος ἀφανίζεται κατά τινος φάραγγος. γέγραφε δʼ αὑτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, δείσας μὴ διʼ ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς πρὸς τὸ θεῖον αὐτὸν ἀναχωρῆσαι τολμήσωσιν εἰπεῖν. 4.327

Ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατόν, ὧν ἦρξε τὸ τρίτον μέρος ἑνὶ λείποντι μηνί. ἐτελεύτησε δὲ τῷ ὑστάτῳ μηνὶ τοῦ ἔτους, ὑπὸ μὲν Μακεδόνων Δύστρου καλουμένου Ἀδάρου δʼ ὑφʼ ἡμῶν νουμηνίᾳ, 4.328συνέσει τε τοὺς πώποτʼ ἀνθρώπους ὑπερβαλὼν καὶ χρησάμενος ἄριστα τοῖς νοηθεῖσιν, εἰπεῖν τε καὶ πλήθεσιν ὁμιλῆσαι κεχαρισμένος τά τε ἄλλα καὶ τῶν παθῶν αὐτοκράτωρ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.321 Joseph. AJ 4.325 (English) >>Joseph. AJ 4.331

Powered by PhiloLogic